GODOT Detail View

https://godot.date/id/V58JgBc6fy4foztfLN2YMJ   Copy URI to clipboard  

Calendar Date Information

Attestations

HD044434:
confluentes rivorum Picusculi et Gabrani inde ab imo Gabrano ad capud eiusdem inde — — iuxta rivum Sanpaeum inde ad rivum Turgiculum ---t-- a rivo Calabaeo milia passum circiter D VII ἐπιστολὴ Σαβείνου Φλάβιος Σαβεῖνος Ἰστριανῶν ἄρχουσιν βουλῇ δήμῳ χαίρειν τὸ περὶ Πεύκην ὑμεῖν δίκαιον ὅπως ἀκέραιον διατηρηθῇ ἔσται ἐπιμε<λ>ὲς Ἀρουντίῳ Φλάμμα τῷ ἐπάρχῳ· οὕτως γὰρ αὐτῷ ἐπέστειλα λαλήσω δὲ καὶ Αἰ{μι}λιανῷ διαδόχῳ μου καὶ εἰς τὸ παντελὲς συνστήσω ὑμᾶς ἄλλη ἐπιστολὴ τοῦ αὐτοῦ Σαβείνου Φλάβιος Σαβεῖνος Ἰστριανῶν ἄρχουσιν βουλῇ δήμῳ χαίρειν εἰ καὶ τὸ τῆς κατὰ τὸν Ἴστρον ὄχθης τέλος μέχρι θαλάσσης διήκει καὶ ἐκ τοσούτου διαστήματος ἀφέστηκεν ἡ πόλις ἀπὸ τῶν τοῦ πο-ταμοῦ στομάτων, ὅμως, ἐπεὶ καὶ οἱ πρέσβεις ὑμῶν διεβεβαιοῦντο καὶ Ἀσιατικὸς ὁ ἔπαρχος ἔλεγε σχεδὸν ἐκείνην μόνην εἶναι τῆς πόλεως πρόσοδον τὴν ἐκ τοῦ ταρειχευομένου ἰχθύος ἔδοξα δεῖν ὑμεῖν κατὰ τὴν ὑμετέραν συνήθιαν μένειν τὴν αὐτὴν ἄδειαν τοῦ τε ἁλιεύειν ἐν τῷ Πεύκης στόματι καὶ τοῦ παραφέρειν τὴν δᾷδα εἰς τὴν ἑνὸς ἑκάστου χρείαν δίχα τέλους περὶ γὰρ τῶν τῆς ὕλης χρειῶν ἀναμφισβήτητα ἔχετε ὅρια καὶ τὴν ἐξ ἐκείνων χρῆσιν πᾶσαν τῷ τέλει ἀνυπεύθυνον ἐπιστολὴ Πομπωνίου Πείου Πομπώνιος Πεῖος Ἰστριανῶν ἄρχουσιν βουλῇ δήμῳ χαίρειν καὶ ἐκ τῶν γεγραμμένων ὑμεῖν ὑπὸ Φλαβίου Σαβείνου καὶ Αἰλιανοῦ ἀνδρῶν ἐπισημοτάτων καὶ ἐμοὶ τειμιωτάτων ἦν ἀντιλαβέσθαι ὅτι ἡ ἀσθένια τῆς πόλεως ὑμῶν προνοίας τυγχάνει πρὸ οὖν πάντων φροντίζοντος τοῦ θειοτάτου Καίσαρος καὶ ὡς ἀληθῶς σωτῆρος ὑμῶν ἵνα μὴ μόνον διαφυλαχθῇ ἀλλὰ καὶ αὐξηθῇ τὰ τῶν πόλεων δίκαια ἐπέκρεινα τὴν τῶν κατὰ στόμα Πεύκης ἁλιευομένων ἰχθύων πρόσοδον ὑμετέραν εἶναι ᾧ δικαίῳ ταῦτα τὰ τέλη οἱ πρόγονοι ὑμῶν καὶ πατέρες τῇ χάριτι τῶν Σεβαστῶν ἀδιαλείπτως ἔσχον ἄλλη ἐπιστολὴ Πλαυτίου Αἰλιανοῦ Πλαύτιος Αἰλιανὸς Ἰστριανῶν ἄρχουσιν χαίρειν τὸ ψήφισμα ὑμῶν ἀπέδοσάν μοι οἱ πρέσβεις Καλλίστρατος Δημητρίου καὶ Μειδίας Ἀρτεμιδώρου· ἠξιοῦτε δὲ διὰ τοῦ ψηφίσματος παραπεμφθῆναι τὴν εὐχαριστοῦσαν τῷ τειμιοτάτῳ ἡμῶν Σαβείνῳ πρεσβείαν ὃ καὶ δι’ αὐτὸν μόνον τὸν Σαβεῖνον ἀσμένως ἂν ἐποίησα· ἠξιοῦτε δὲ καὶ τὰ τῆς Πεύκης ὑμεῖν ἄθραυστα τηρεῖν δίκαια· ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ θραῦσαί τι τῶν ἐκ χρόνου φυλασσομένων ὑμεῖν δικαίων, ὡς καὶ παρευρεῖν ἂν ἡδέως δι’ ὧν ἐνέσται κο κοσμεῖν ἀρχαίαν πόλιν καὶ Ἑλληνίδα καὶ εἰς τὸν Σεβαστὸν εὐσεβῆ καὶ πρὸς ἡμᾶς αὐτοὺς οὖσαν εὐσεβῆ ἐπιστολὴ Τουλλίου Γεμίνου Τούλλιος Γέμινος πρεσβευτὴς καὶ ἀντιστράτηγος Τιβερίου Κλα<υ>δίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Ἰστριανῶν ἄρχουσιν βουλῇ δήμῳ χαίρειν οἱ πρέσβεις ὑμῶν Δημήτριος Χαβρίας Χαιρήμων Δημήτριος Αἰσχρίων {ως} Αἰ--- Μειδίας Διονυσόδωρος Ἡγησαγόρας Ἀρισταγόρας Μητρόδωρος ἐντυχόντες μοι ἐν Τόμει τὸ ψήφισμα ὑμῶν ἐπέδοσαν καὶ τὴν εἰς τὸν Σεβασ̣τὸν ἡμῶν ἐπιδεξάμενοι εὔνοιαν συνήσθησαν ἐπὶ τῇ ἡμετέρᾳ ὑγιείᾳ καὶ παρουσίᾳ σπουδεοτάτην ποιησάμενοι τὴν περὶ ὧν ἐνετείλασθε αὐτοῖς ὁμειλίαν· ἐπιγνοὺς οὖν ἣν καὶ πρὸς ἡμᾶς ἀνεφάνησαν τῆς πόλεως ὑμῶν διάθεσιν πειράσομαι ἀεί τινος ὑμεῖν ἀγαθοῦ γενέσθαι παραίτιος· περὶ δὲ Πεύκης καὶ τῶν στομάτων διδαχθεὶς ὑπὸ τῶν πρέσβεων ὑμῶν ἐδικαίωσα τηρῖσθαι ὑμεῖν τὰ τῶν προγόνων ὑμῶν ὅρια Exemplum decreti Mani Laberi Maximi legati Augusti pro praetore Imperatore Caesare Traian<o> Germanico III Iulio Frontino III consulibus VIII kalendas Novembres descriptum et recognitum factum ex commentariis Mani Laberi Maximi legati Augusti pro praetore permittente Fabio Pompeiano quae iam scripta sunt Charagonio Philopalaestro conductori publici portori ripae Thraciae postulanti ut portorium sibi Halmyridis et Peuci daretur secundum formam quam accepit ius exigendi portori habebit a finibus canabarum Dimensium usque ad --- --DVCETASA--- --CIONARIIV--- magistratus --- --- Histrianorum --- ---ETREL--- ---CEROBAI--- veterano --- NTAREQVe --- Marcus Laberius Maximus --- -AQVEL--- -ACCOS--- --SCEDA--- ------
     Contributor: grieshaber (last update: 2018-12-28)

HD026625:
ὁροθεσία Λαβερίου Μαξίμου ὑπατικοῦ Fines Histrianorum hos esse constitui --- Peucem laccum Halmyridem a dominio --- Argamensium inde iugo summo --- ad confluentes rivorum Picusculi et Gabrani inde ab imo Gabrano ad capud eiusdem inde --- iuxta rivum Sanpaeum inde ad rivum Turgiculum --- a rivo Calabaeo milia passuum circiter DXVI ἐπιστολὴ Σαβείνου Φλάβιος Σαβεῖνος Ἰστριανῶν ἄρχουσιν βουλῇ δήμῳ χαίρειν τὸ περὶ Πεύκην ὑμεῖν δίκαιον ὅπως ἀκέραιον διατηρηθῇ ἔσται ἐπιμελὲς Ἀρουντίῳ Φλάμμᾳ τῷ ἐπάρχῳ· οὕτως γὰρ αὐτῷ ἐπέστειλα· λαλήσω δὲ καὶ Αἰ{μι}λιανῷ διαδόχῳ μου καὶ εἰς τὸ παντελὲς συνστήσω ὑμᾶς. ἄλλη ἐπιστολὴ τοῦ αὐτοῦ Σαβείνου. Φλάβιος Σαβεῖνος πρεσβευτὴς Ἰστριανῶν ἄρχουσιν βουλῇ δήμῳ χαίρειν· εἰ καὶ τὸ τῆς κατὰ τὸν Ἴστρον ὄχθης τέλος μέχρις θαλάσσης διήκει καὶ ἐκ τοσούτου διαστήματος ἀφέστηκεν ἡ πόλις ἀπὸ τῶν τοῦ ποταμοῦ στομάτων ὅμως ἐπεὶ καὶ οἱ πρέσβεις ὑμῶν διεβεβαιοῦντο καὶ Ἀσιατικὸς ὁ ἔπαρχος ἔλεγε σχεδὸν ἐκείνην μόνην εἶναι τῆς πόλεως πρόσοδον τὴν ἐκ τοῦ ταρειχευομένου ἰχθύος ἔδοξα δεῖν ὑμεῖν κατὰ τὴν ὑμετέραν συνήθιαν μένειν τὴν αὐτὴν ἄδειαν τοῦ τε ἁλιεύειν ἐν τῷ Πεύκης στόματι καὶ τοῦ παραφέρειν τὴν δᾷδα εἰς τὴν ἑνὸς ἑκάστου χρείαν δίχα τέλους· περὶ γὰρ τῶν τῆς ὕλης χρείων ἀν{γ}αμφισβήτητα ἔχετε ὅρια καὶ τὴν ἐξ ἐκείνων χρῆσιν πᾶσαν τῷ τέλει ἀνυπεύθυνον ἐπιστολὴ Πομπωνίου Πείου Πομπώνιος Πεῖος Ἰστριανῶν ἄρχουσιν βουλῇ δήμῳ χαίρειν καὶ ἐκ τῶν γεγραμμένων ὑμεῖν ὑπὸ Φλαβίου Σαβείνου καὶ Αἰλιανοῦ, ἀνδρῶν ἐπισημοτάτων καὶ ἐμοὶ τειμιοτάτων ἦν ἀντιλαβέσθαι ὅτι ἡ ἀσθένια τῆς πόλεως ὑμῶν προνοίας τυγχάνει πρὸ οὖν πάντων φροντίζοντος τοῦ θειοτάτου Καίσαρος καὶ ὡς ἀληθῶς σωτήρος ἡμῶν ἵνα μὴ μόνον διαφυλαχθῇ ἀλλὰ καὶ αὐξηθῇ τὰ τῶν πόλεων δίκαια ἐπέκρεινα τὴν τῶν κατὰ στόμα Πεύκης ἁλιευομένων ἰχθύων πρόσοδον ὑμετέραν εἶναι, ᾧ δικαίῳ ταῦτα τὰ τέλη οἱ πρόγονοι ὑμῶν καὶ πατέρες τῇ χάριτι τῶν Σεβαστῶν ἀδιαλείπτως ἔσχον ἐπιστολὴ Πλαυτίου Αἰλιανοῦ Πλαύτιος Αἰλιανὸς Ἰστριανῶν ἄρχουσιν χαίρειν τὸ ψήφισμα ὑμῶν ἀπέδοσάν μοι οἱ∙ πρέσβεις Καλλίστρατος Δημητρίου καὶ Μειδίας Ἀρτεμιδώρου ἠξιοῦτε δὲ διὰ τοῦ ψηφίσματος παραπεμφθῆναι τὴν εὐχαριστοῦσαν τῷ τειμιωτάτῳ ἡμῶν Σαβείνῳ πρεσβείαν, ὃ καὶ δι’ αὐτὸν μόνον τὸν Σαβεῖνον ἀσμένως ἂν ἐποίησα· ἠξιοῦτε δὲ καὶ τὰ τῆς Πεύκης ὑμεῖν ἄθραυστα τηρεῖν δίκαια· ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ θραῦσαί τι τῶν ἐκ χρόνου φυλασσομένων ὑμεῖν δικαίων ὡς καὶ παρευρεῖν ἂν ἡδέως δι’ ὧν ἐ<νέ>σται κοσμεῖν ἀρχέαν πόλιν καὶ Ἑλληνίδα καὶ ἐς τὸν Σεβαστὸν εὐσεβῆ καὶ πρὸς ἡμᾶς αὐτοὺς οὖσαν εὐσεβῆ ἐπιστολὴ Τουλλίου Γεμίνου Τούλλιος Γέμινος πρεσβευτὴς καὶ ἀντιστρά<τη>γος Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Ἰστριανῶν ἄρχουσιν βουλῇ δήμῳ χαίρειν οἱ πρέσβεις ὑμῶν Δημήτριος Ἐσχρίων Ωτα--- Μειδίας Διονυσόδωρος Ἡγησαγόρας Ἀρισταγόρας, Μητρόδωρος ἐντυχόντες μοι ἐν Τόμει τὸ ψήφισμα ὑμῶν ἐπέδοσαν καὶ τὴν εἰς τὸν Σεβαστὸν ἡμῶν ἐπιδειξάμενοι εὔνοιαν συνήσθησαν ἐπὶ τῇ ἡμετέρᾳ ὑγείᾳ καὶ παρουσίᾳ σπουδεοτάτην <π>οιησάμενοι τὴν περὶ ὧν ἐνετείλασθε αὐτοῖς ὁμειλίαν· ἐπιγνοὺς οὖν ἣν καὶ πρὸς ἡμᾶς ἐνεφάνισαν τῆς πόλεως ὑμῶν διάθεσιν πειράσομαι ἀεί τινος ὑμεῖν ἀγαθοῦ γενέσθαι παραίτιος περὶ δὲ Πεύκης καὶ τῶν στομάτων διδαχθεὶς ὑπὸ τῶν πρέσβεων ὑμῶν ἐδικαίωσα τηρῖσθαι ὑμεῖν τὰ τῶν προγόνων ὑμῶν ὅρια Exemplum decreti Mari Laberi Maximi legati Augusti pro praetore Imperatore Caesar<e=I>#Caesar<e>#CAESARI Traiano Augusto Germanico III Iulio Frontino III consulibus VIII Kalendas Novembres descriptum et recognitum factum ex commentariis Mani Laberi Maximi legati Augusti pro praetore permittente --- Fabio Pompeiano quae iam erant scripta Charagonio Philo<p=R>alaestro#Philo<p>alaestro#PHILORALAESTRO conductori publici portori ripae Thraciae postulante ut portorium sibi Halmyridis et Peuci daretur secundum formam quam accepit habebit ius exigendi portori a finibus cannabarum Dimensium usque ad --- &
     Contributor: grieshaber (last update: 2018-12-28)